Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 10.122 | Joseph. AJ 10.125 (English) | >>Joseph. AJ 10.131 |
10.124
ὡς οὔτε αὐτὸς αὐτὸν ἀναιρήσει οὔτε τοῖς ἡγεμόσιν ἐκδώσει , θαρσήσας τῇ δεδομένῃ πίστει συνεβούλευσεν αὐτῷ παραδοῦναι τὴν πόλιν τοῖς Βαβυλωνίοις ·
10.126ταῦτα δὲ αὐτῷ τὸν θεὸν διʼ αὐτοῦ προφητεύειν ἔλεγεν , εἴ γε βούλεται σώζεσθαι καὶ τὸν ἐφεστῶτα κίνδυνον διαφυγεῖν καὶ μήτε τὴν πόλιν εἰς ἔδαφος πεσεῖν , μήτε τὸν ναὸν ἐμπρησθέντα γὰρ αὐτὸν τούτων παραίτιον ἔσεσθαι τῶν κακῶν τοῖς πολίταις καὶ αὑτῷ πανοικὶ τῆς συμφορᾶς .
10.127ὁ δὲ ταῦτʼ ἀκούσας βούλεσθαι μὲν αὐτὸς ἔφη ποιεῖν ἃ παραινεῖ καὶ λέγει συνοίσειν αὐτῷ γινόμενα , δεδιέναι δὲ τοὺς αὐτομολήσαντας τῶν ὁμοφύλων πρὸς τοὺς Βαβυλωνίους , μὴ διαβληθεὶς ὑπʼ αὐτῶν τῷ βασιλεῖ κολασθῇ .
10.128παρεθάρσυνε δὲ αὐτὸν ὁ προφήτης καὶ μάτην ὑπονοεῖν τὴν τιμωρίαν ἔλεγεν · οὐδενὸς γὰρ κακοῦ πειραθήσεσθαι παραδόντα τοῖς Βαβυλωνίοις οὔτʼ αὐτὸν οὔτε τὰ τέκνα οὔτε τὰς γυναῖκας , μενεῖν δὲ καὶ τὸν ναὸν ἀπαθῆ .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 10.122 | Joseph. AJ 10.125 (English) | >>Joseph. AJ 10.131 |